Παρασκευή 13 Φεβρουαρίου 2009

Ἄρτεμις χρυσηλάκατος

Ιλιάδα Ομήρου

»Ἦ τοι μὲν γὰρ ἔναντα Ποσειδάωνος ἄνακτος
Ἵστατ' Ἀπόλλων Φοῖβος, ἔχων ἰὰ πτερόεντα·
Ἄντα δ' Ἐνυαλίοιο θεὰ γλαυκῶπις Ἀθήνη·
Ἥρῃ δ' ἀντέστη χρυσηλάκατος κελαδεινὴ
Ἄρτεμις ἰοχέαιρα, κασιγνήτη Ἑκάτοιο·
Λητοῖ δ' ἀντέστη σῶκος ἐριούνιος Ἑρμῆς·

Στο ρήγα εστέκουνταν τον Ποσειδώνα αγνάντια
τις φτερωτές σαγίτες σφίγγοντας ο Απόλλωνας ο Φοίβος•
στον Άρη αντίκρα η γαλανομάτη θεά Αθηνά• στην Ήρα
70 η Άρτεμη εστάθη η κυνηγάρισσα και χρυσοδοξαρούσα,
του μακροσαγιτάρη Απόλλωνα τρανή αδερφή σαϊτεύτρα'
αγνάντια στη Λητώ ο περίλαμπρος Ερμής, ο πρωτοκλέφτης'

μετάφραση: Νίκου Καζαντζάκη


Suda, Lexicon
<Χρυσηλάκατος:> ἡ καλλίτοξος, ἡ χρυσότοξος.

Etymologicum Gudianum,
ἡ δὲ Ἄρτεμις χρυσηλάκατος οὐκ ἀπὸ τούτου,
ἀλλ' ἀπὸ τῶν βελῶν καθ' ὁμοίωσιν ὄντων ἠλακάτῃ.


Etymologicum Magnum,
Σημαίνει καὶ τὸ βέλος· ὅθεν καὶ <χρυσηλάκατος>,
ἡ χρυσῷ βέλει χρωμένη, καλλίτοξος.


Lexica Segueriana, Collectio verborum :
<χρυσηλάκατος>: ἢ καλλίτοξος.


Hesychius Lexicogr.,
<χρυσηλάκατος>· καλλίτοξος· <ἠλακάτη> γὰρ ὁ τοξικὸς κάλαμος


Eustathius Philol., Scr. Eccl.,
ὅθεν Ἄρτεμις χρυσηλάκατος....
.............................
Χρυσηλάκατος δὲ Ἄρτεμις κἀνταῦθα ἡ χρυσότοξος,
ἠλάκατα γὰρ καὶ τὰ βέλη καὶ οὐ μόνον τὰ ἔρια.


Eustathius Philol.,
Ἀναμνηστέον δ' ἐνταῦθα, ὅτι τε ἠλάκατα οὐδετέρως
καὶ τὰ τόξα, ὅθεν χρυσηλάκατος ἡ χρυσότοξος,
καὶ ὅτι τοξεύει καὶ Ἄρτεμις ὡς καὶ Ἀπόλλων,
εἴτε μυθικῶς αὐτοὺς νοεῖ τις εἴτε καὶ
ἀλληγορικῶς ὡς σελήνην καὶ ἥλιον, καὶ
ὅτι ἠλακάτη οὐ μόνον τὸ τοῦ ἐρίου ὄργανον,
ἀλλὰ καὶ ὁ κάλαμος ἢ τὸ ξύλον τοῦ βέλους,
ὅθεν Ἄρτεμις χρυσηλάκατος.


Scholia In Homerum,
Λέγει δέ ποτε οὕτως καὶ τὸ βέλος,
ἐν τῷ συνθέτῳ ὀνόματι χρυσηλάκατος.

Δεν υπάρχουν σχόλια: